Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.255 Joseph. AJ 10.260 (English) >>Joseph. AJ 10.264

10.258ἐλπίσας δʼ Δαρεῖος, ὅτι ῥύσεται τὸ θεῖον αὐτὸν καὶ οὐδὲν μὴ πάθῃ δεινὸν ὑπὸ τῶν θηρίων, ἐκέλευσεν αὐτῷ εὐθύμως φέρειν τὰ συμβαίνοντα· καὶ βληθέντος εἰς τὸν λάκκον σφραγίσας τὸν ἐπὶ τοῦ στομίου κείμενον ἀντὶ θύρας λίθον ἀνεχώρησε, διʼ ὅλης δʼ ἄσιτος τῆς νυκτὸς καὶ ἄυπνος διῆγεν ἀγωνιῶν περὶ τοῦ Δανιήλου· 10.259μεθʼ ἡμέραν δὲ ἀναστὰς ἐπὶ τὸν λάκκον ἦλθε καὶ σωζομένην τὴν σφραγῖδα εὑρών, σημηνάμενος τὸν λίθον κατελελοίπει, ἀνοίξας ἀνεβόησε καλῶν τὸν Δανίηλον καὶ πυνθανόμενος εἰ σώζεται. τοῦ δὲ ἐπακούσαντος τῷ βασιλεῖ καὶ μηδὲν παθεῖν εἰπόντος, ἐκέλευσεν αὐτὸν ἀνελκυσθῆναι ἐκ τοῦ λάκκου τοῦ τῶν θηρίων. 10.260οἱ δὲ ἐχθροὶ θεασάμενοι τὸν Δανίηλον μηδὲν πεπονθότα δεινὸν διὰ μὲν τὸ θεῖον καὶ τὴν τούτου πρόνοιαν οὐκ ἠξίουν αὐτὸν σώζεσθαι, πεπληρωμένους δὲ τοὺς λέοντας τροφῆς μὴ ἅψασθαι μηδὲ προσελθεῖν τῷ Δανιήλῳ νομίζοντες τοῦτο ἔλεγον πρὸς τὸν βασιλέα. 10.261 δὲ μισήσας αὐτοὺς τῆς πονηρίας παραβληθῆναι μὲν πολλὰ κελεύει τοῖς λέουσι κρέα, κορεσθέντων δʼ αὐτῶν τοὺς ἐχθροὺς τοῦ Δανιήλου προσέταξεν εἰς τὸν λάκκον βληθῆναι, ὅπως εἰ διὰ κόρον αὐτοῖς οὐ προσήξουσιν οἱ λέοντες μάθοι. 10.262σαφὲς δʼ ἐγένετο τῷ Δαρείῳ τῶν σατραπῶν παραβληθέντων τοῖς θηρίοις, ὅτι τὸ θεῖον ἔσωσε τὸν Δανίηλον· οὐδενὸς γὰρ αὐτῶν ἐφείσαντο οἱ λέοντες, ἀλλὰ πάντας διεσπάραττον ὡσανεὶ σφόδρα λιμώττοντες καὶ τροφῆς ἐνδεεῖς. ἠρέθισε δʼ αὐτοὺς οὐ τὸ πεινῆν οἶμαι μικρὸν ἔμπροσθεν ἀφθόνων κρεῶν πεπληρωμένους, ἀλλʼ τῶν ἀνθρώπων κακία, δήλη γὰρ καὶ τοῖς ἀλόγοις ζῴοις ἦν αὕτη, πρὸς τιμωρίαν γένοιτο τοῦ θεοῦ προαιρουμένου.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.255 Joseph. AJ 10.260 (English) >>Joseph. AJ 10.264

Powered by PhiloLogic